ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΚΑΙ ΕΝ∆ΟΞΟΝ
ΠΡΟΦΗΤΗΝ ΗΛΙΑΝ ΤΟΝ ΘΕΣΒΙΤΗΝ
Ὁ Ἱερεύς ἐκφωνεί
Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων.
ναγνώστης: Ἀµήν.                                                                                                             
Ψαλµὸς ρµβ΄ (142).
Κύριε, εἰσάκουσον τῆς προσευχῆς µου, ἐνώτισαι τὴν δέησίν µου ἐν τῇ
ἀληθεὶᾳ σου, εἰσάκουσόν µου ἐν τῇ δικαιοσύνῃ σου, καὶ µὴ εἰσέλθῃς εἰς
κρίσιν µετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν µου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν µου.
Ἐκάθισέ µε ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾿ ἐµὲ τὸ
πνεῦµά µου, ἐν ἐµοὶ ἐταράχθη ἡ καρδία µου. Ἐµνήσθην ἡµερῶν ἀρχαίων,
ἐµελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήµασι τῶν χειρῶν σου ἐµελέτων.
∆ιεπέτασα πρὸς σὲ τὰς χεῖράς µου· ἡ ψυχή µου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ
εἰσάκουσόν µου, Κύριε· ἐξέλιπε τὸ πνεῦµά µου. Μὴ ἀποστρέψῃς τὸ
πρόσωπόν σου ἀπ᾿ ἐµοῦ, καὶ ὁµοιωθήσοµαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστὸν ποίησόν µοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν
µοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσοµαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν µου. Ἐξελοῦ µε
ἐκ τῶν ἐχθρῶν µου, Κύριε· πρὸς σὲ κατέφυγον. ∆ίδαξόν µε τοῦ ποιεῖν τὸ
θέληµά σου, ὅτι σὺ εἶ ὁ Θεός µου. Τὸ πνεῦµά σου τὸ ἀγαθὸν ὁδηγήσει µε ἐν
γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόµατός σου, Κύριε, ζήσεις µε. Ἐν τῇ δικαιοσύνῃ σου
ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν µου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς
ἐχθρούς µου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν µου, ὅτι ἐγὼ
δοῦλός σού εἰµι.
Καί εὐθύς ψάλλοµεν. Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν· εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι
Κυρίου.
Στίχ. α΄. Ἐξοµολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος
αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν· εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι
Κυρίου.
Στίχ. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην
αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν· εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι
Κυρίου.
Στίχ. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς
ἡµῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν· εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι
Κυρίου.

Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τόν τῶν ἀῤῥήτων µυστηρίων ἐπόπτην, καί ζηλωτήν Θεοῦ τοῦ ζῶντος
προφήτην, ἀνευφηµοῦντες κράξωµεν ἐκ βάθους ψυχῆς· Ἠλία µεγαλώνυµε,
ταῖς πρεσβείαις σου ῥῦσαι, ἐκ τῶν ἀναγκῶν ἡµᾶς, καί παντοίων κινδύνων,
καί πάσης ἄλλης βλάβης καί φθορᾶς, τούς προσφυγόντας, θεόπτα, τῇ σκέπῃ
σου.
∆όξα. Ἦχος ὁ αὐτὸς. Ταχὺ προκατάλαβε.
ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδροµος τῆς
παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέµψας, Ἐλισαίῳ τὴν
χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει· διὸ καὶ τοῖς τιµῶσιν αὐτὸν
βρύει ἰάµατα.
Καί νῦν. Ἦχος ὁ αὐτὸς. Θεοτοκίον.
Οὐ σιωπήσοµέν ποτε Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ µή
γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡµᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων;
τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶµεν ∆έσποινα ἐκ σοῦ·
σούς γάρ δούλους σῴζεις ἀεί ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν΄ ψαλµός χῦµα.
λέησόν µε, ὁ Θεός, κατὰ τὸ µέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν
οἰκτιρµῶν σου ἐξάλειψον τὸ ἀνόµηµά µου.
πὶ πλεῖον πλῦνόν µε ἀπὸ τῆς ἀνοµίας µου καὶ ἀπὸ τῆς ἁµαρτίας µου
καθάρισόν µε.
τι τὴν ἀνοµίαν µου ἐγὼ γινώσκω, καὶ ἡ ἁµαρτία µου ἐνώπιόν µού ἐστι
διαπαντός.
Σοὶ µόνῳ ἥµαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιω
θῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
δοὺ γὰρ ἐν ἀνοµίαις συνελήφθην, καὶ ἐν ἁµαρτίαις ἐκίσσησέ µε ἡ µήτηρ
µου.
δοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς µοι.
Ραντιεῖς µε ὑσσώπῳ, καὶ καθαρισθήσοµαι, πλυνεῖς µε, καὶ ὑπὲρ χιόνα λευ
κανθήσοµαι.
κουτιεῖς µοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπει
νωµένα.
πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁµαρτιῶν µου καὶ πάσας
τὰς ἀνοµίας µου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐµοί, ὁ Θεός, καὶ πνεῦµα εὐθὲς ἐγκαίνισον ἐν
τοῖς ἐγκάτοις µου.
Μὴ ἀποῤῥίψῃς µε ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦµά σου τὸ ἅγιον µὴ
ἀντανέλῃς ἀπ᾿ ἐµοῦ.
πόδος µοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύµατι ἡγεµονικῷ
στήριξόν µε.
ιδάξω ἀνόµους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ρῦσαί µε ἐξ αἱµάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας µου· ἀγαλλιάσεται ἡ
γλῶσσά µου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη µου ἀνοίξεις, καὶ τὸ στόµα µου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
τι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώµατα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦµα συντετριµµένον, καρδίαν συντετριµµένην καὶ
τεταπεινωµένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδοµηθήτω τὰ
τείχη ῾Ιερουσαλήµ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώµατα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου µόσχους.
Εἶτα ὁ Κανών εἰς στ΄ οὗ ἡ ἀκροστιχίς· Νέµοις µάκαρ µοι θείαν Ἠλιού
χάριν. Ἰωσήφ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρµατηλάτην Φαραὼ.
Νενεκρωµένην τὴν ψυχήν µου ζώωσον, ὡς τὸν τῆς χήρας υἱόν, καὶ ἀρεταῖς
θείαις, Μάκαρ καταλάµπρυνον, καὶ πρὸς ζωὴν ὁδήγησον, καὶ τῆς
αἰωνιζούσης, τρυφῆς ἀνάδειξον µέτοχον, σοῦ κατατρυφᾶν ἐφιέµενον.
ν τῷ σὲ τίκτεσθαι ὁ σὸς µεµύηται, γεννήτωρ µέγιστον, ὡς ἀληθῶς
θαῦµα· πῦρ γὰρ σιτιζόµενον, φλογί τε σπαργανούµενον, σὲ τεθέαται µάκαρ·
διὸ ταῖς σαῖς παρακλήσεσι, ῥῦσαί µε πυρὸς αἰωνίζοντος.
Μεγαλυνθεὶς ταῖς πρὸς Θεόν σου νεύσεσι, ζηλῶν ἐζήλωσας, ὡς ἀληθῶς
Μάκαρ, τῷ Κυρίῳ πάντοτε· διὸ µε ἐνδυνάµωσον, ζήλου θείου πλησθέντα, τὸ
ἔνθεον πράττειν βούληµα, ἵνα σε γεραίρω σῳζόµενος.
Θεοτοκίον.
ὑπερούσιος Θεὸς Πανάµωµε, ἐκ σοῦ σεσάρκωται, καὶ δι' ἡµᾶς ὤφθη,
καθ' ἡµᾶς ὡς ἄνθρωπος, ὃν ἐκτενῶς ἱκέτευε, ὑπὲρ πάντας ἀνθρώπους,
ἡµαρτηκότα µε πάναγνε, σῶσαι καὶ κολάσεως ῥύσασθαι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
ερεῖς τῆς αἰσχύνης, ὡς δυσµενεῖς ἔκτεινας, ἔνδοξε Προφῆτα, ζήλῳ Θεοῦ
πυρπολούµενος· ὅθεν κραυγάζω σοι· Τῶν τῆς αἰσχύνης µε ἔργων, καὶ
διαιωνίζοντος πυρός ἐξάρπασον.
Σὲ προβάλλοµαι πρέσβυν, πρὸς τὸν Θεὸν µέγιστον, σῴζειν µε δυνάµενον,
πάσης Μάκαρ κακώσεως, προσεπικάµφθητι, τῇ ταπεινῇ µου δεήσει, καὶ µὴ
ὑπερίδῃς µε, παρακαλοῦντά σε.
Μεγαλύνει Θεὸς σε, ὁ παντουργὸς ἔνδοξε, πάλαι Ἠλιού, δι' ὀρνέου τρέφων
Προφῆτά σε, ὃν ἐκδυσώπησον, τῆς αἰωνίου τρυφῆς µε, καὶ φωτὸς τοῦ
µέλλοντος, ποιῆσαι µέτοχον.
Θεοτοκίον.
διόδευτε πύλη, ἡ πρὸς Θεὸν φέρουσα, πύλας µετανοίας µοι Κόρη,
ἄνοιξον δέοµαι, ἀποκαθαίρουσα, ἁµαρτιῶν µου τὸν ῥύπον, ὄµβροις τοῦ
ἐλέους σου, θεοχαρίτωτε.
ᾨδὴ δ΄. Σύ µου ἰσχύς, Κύριε.
Κάµπει τὸν σόν, ζῆλον Θεὸς πυρακτούµενον, καὶ πρὸς χήραν, πέµπει
διατρέφεσθαι, τὸν γυναικός, πάλαι ἀπειλῇ, Ἠλιοὺ φυγάδα, γεγενηµένον
θεσπέσιε· διὸ σε ἱκετεύω, τὴν ψυχήν µου πεινῶσαν, διαθρέψαι ἐνθέοις
χαρίσµασιν.
µαρτιῶν, νέφη δεινὰ συγκαλύπτει µε, τρικυµίαι, βίου µε χειµάζουσι, καὶ
ἐπιπνέουσι χαλεπῶς, κατὰ τῆς ψυχῆς µου, τῆς πονηρίας τὰ πνεύµατα,
Προφῆτα θεηγόρε, κυβερνήτης γενοῦ µοι, σωτηρίας πρὸς ὅρµον ἰθύνων µε.
ῶσιν ψυχῆς, ῥῶσιν παράσχου µοι σώµατος, τὸν τὰς νόσους, πάντων
ἀφαιρούµενον, ἐκδυσωπῶν, µάκαρ Ἠλιού, Κύριον τῆς δόξης, καὶ ἀβλαβῶς
διατρέχειν µε, τὰ σκάνδαλα τοῦ βίου, κατευόδωσον· σὲ γάρ, ἀγαθόν µου
προστάτην προβάλλοµαι.
Θεοτοκίον.
Μετὰ πασῶν, τῶν οὐρανίων ∆υνάµεων, µετὰ πάντων, ∆έσποινα
πανάµωµε, τῶν Προφητῶν, καὶ τῶν Ἀθλητῶν, καὶ τῶν Ἀποστόλων καὶ τῶν
Ὁσίων ἱκέτευε, τυχεῖν µε σωτηρίας, τὸν πολλὰ ἁµαρτόντα, καὶ ῥυσθῆναι
µελλούσης κολάσεως.
ᾨδὴ ε΄. Ἵνα τὶ µε ἀπώσω.
µβροτόκους νεφέλας, εἴργεις πυρακτούµενος ζήλῳ τῆς πίστεως, ἀλλὰ
δέοµαί σου· Ἠλιοὺ ἱεραῖς µεσιτείαις σου, τὴν φλογµῷ τακεῖσαν τῶν ἡδονῶν
ψυχήν µου θείαις, ἑποµβρίαις ἀρδεῦσαι καὶ σῶσαί µε.
ερεὺς δεδειγµένος τέθυκας, ἀθώοις σου χερσὶ πανόλβιε, τῶν
προσοχθισµάτων, ἱερεῖς ἐνεργοῦντας τὰ ἄτοπα, ἀλλὰ δέοµαί σου, πάσης
ἀτόπου ἁµαρτίας ἀβλαβῆ µε Προφῆτα συντήρησον.
Θαυµαστοῦσαι Προφῆτα, θείαις ἐπικλήσεσι φλέγων τὰ θύµατα, ἐκτελέσας
πίστει· διὰ τοῦτο ἀπαύστως σου δέοµαι, τῇ ἐµῇ καρδίᾳ, τὸν ἱερὸν ἀνάψαι
πόθον, τὰ ὑλώδη µου πάθη συµφλέγοντα.
Θεοτοκίον.
πὶ σὲ ὥσπερ ὄµβρος, Λόγος καταβέβηκεν ὁ ὑπερούσιος, ὃν δυσώπει
Κόρη, ἑποµβρίσαι µοι νῦν κατανύξεως, καθαρὰς σταγόνας, ἀποπλυνούσας
πάντα ῥύπον, τῶν ἀµέτρων κακῶν µου πανάµωµε.
ᾨδὴ ς΄. Ἱλάσθητί µοι Σωτὴρ.
λάσθητί µοι Σωτήρ, πολλὰ σοι ἀφρόνως πταίσαντι, καὶ τῆς µενούσης
ἐκεῖ, κολάσεως λύτρωσαι, ἔχων δυσωποῦντά σε, Ἠλιοὺ τὸν µέγαν, καὶ τὴν
ἄχραντον Μητέρα σου.
γνείας ὡς φυτουργός, ἁγνὸν ψυχῇ µε συντήρησον, ὡς ζηλωτὴς Ἠλιού,
ζήλου θείου πλήρωσον, τὴν ἐµὴν διάνοιαν, ὅπως τῆς κακίας, τὰς ἐφόδους
ἀποκρούσωµαι.
Νηστεύεις βρώσει µιᾷ, ὁδὸν τεσσαρακονθήµερον, ἀνύων θείᾳ ῥοπῇ· διὸ
ἱκετεύω σε, πάσης παραβάσεως, ἐγκρατεῦσθαί µε, θεοφόρε ἐνδυνάµωσον.
Θεοτοκίον.
πύλη ἡ τοῦ Θεοῦ, εἰσόδους θείας ὑπάνοιξον, τῇ ταπεινῇ µου ψυχῇ, ἐν
αἷς εἰσελεύσοµαι, ἐξοµολογούµενος, καὶ κακῶν τὴν λύσιν, Θεοτόκε
ἀπολήψοµαι.
Κατάσβεσον, προφῆτα ἔνδοξε Ἠλιού Θεσβῖτα, τῶν παθῶν ἡµῶν τούς
φλογώδεις ἄνθρακας, ἰσχύϊ σῆς πρεσβείας, θεόφρον.
πίβλεψον, ἐν εὐµενείᾳ, πανύµνητε Θεοτόκε, ἐπὶ τὴν ἐµὴν χαλεπὴν τοῦ
σώµατος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς µου τὸ ἄλγος.
Αἴτησις ὑπὸ τοῦ ἱερέως καὶ εὐθὺς τὸ Κοντάκιον.
Εἴτα το Κοντάκιον. Ἦχος β΄. Αὐτόµελον.
Προφῆτα καὶ προόπτα τῶν µεγαλουργιῶν τοῦ Θεοῦ, Ἠλία µεγαλώνυµε, ὁ
τῷ φθέγµατί σου στήσας τὰ ὑδατόρρυτα νέφη, πρέσβευε ὑπὲρ ἡµῶν, πρὸς
τὸν µόνον φιλάνθρωπον.
Καί εὐθύς τό Προκείµενον. Ἦχος δ΄.
Σύ ἱερεύς εἰς τόν αἰῶνα κατά τήν τάξιν Μελχισεδέκ.
Στίχ: Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ µου· Κάθου ἐκ δεξιῶν µου, ἕως ἄν θῶ
τους ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Στίχ: Ράβδον δυνάµεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών, καὶ κατακυ
ρίευε ἐν µέσῳ τῶν ἐχθρῶν σου.


Τὸ Εὐαγγέλιον. (Λουκ. δ΄ 22 – 30).
Τῷ καιρῷ ἐκείνῳ, ἐθαύµαζον οἱ ὄχλοι ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς
ἐκπορευοµένοις ἐκ τοῦ στόµατος τοῦ Ἰησοῦ καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ
υἱὸς Ἰωσὴφ; καὶ εἶπε πρὸς αὐτούς· Πάντως ἐρεῖτέ µοι τὴν παραβολὴν
ταύτην· ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαµεν γενόµενα ἐν τῇ
Καπερναοὺµ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. εἶπε δέ· Ἀµὴν λέγω ὑµῖν
ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. ἐπ’ ἀληθείας δὲ λέγω
ὑµῖν πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡµέραις Ἠλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ
οὐρανὸς ἐπὶ ἔτη τρία καὶ µῆνας ἕξ, ὡς ἐγένετο λιµὸς µέγας ἐπὶ πᾶσαν τὴν
γῆν, καὶ πρὸς οὐδεµίαν αὐτῶν ἐπέµφθη Ἠλίας εἰ µὴ εἰς Σαρεπτὰ τῆς
Σιδωνίας πρὸς γυναῖκα χήραν. καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ Ἐλισαίου τοῦ
προφήτου ἐν τῷ Ἰσραὴλ, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ µὴ Νεεµὰν ὁ
Σύρος. καὶ ἐπλήσθησαν πάντες θυµοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, καὶ
ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος
τοῦ ὄρους, ἐφ’ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόµητο, εἰς τὸ κατακρηµνίσαι
αὐτόν· αὐτὸς δὲ διελθὼν διὰ µέσου αὐτῶν ἐπορεύετο.


∆όξα.
Ταῖς τοῦ σοῦ Προφήτου πρεσβείαις, ἐλεῆµον, ἐξάλειψον τὰ πλήθη τῶν
ἐµῶν ἐγκληµάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆµον, ἐξάλειψον τὰ πλήθη τῶν ἐµῶν
ἐγκληµάτων.
Προσόµοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέµενοι.
Στίχ. Ἐλέησόν µε, ὁ Θεός, κατὰ τὸ µέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος
τῶν οἰκτιρµῶν σου ἐξάλειψον τὸ ἀνόµηµά µου.
Προφῆτα θεόσοφε, ὁ τῶν παθῶν αὐτοκράτωρ, ἐπίγειε ἄγγελε, καί βροτέ
οὐράνιε, σοῦ δεόµεθα. Ζηλωτά πρόφθασον, καί ῥῦσαι σκανδάλων, καί
κινδύνων τήν ζωήν ἡµῶν, καί πάσης θλίψεως, ἐχθρῶν ἀνοµούντων
πρεσβείας σου, καί πᾶσαν νόσον δίωξον, καί πταισµάτων ἄφεσιν αἴτησαι,
Ἠλιού θεόπτα, προστάτα τῶν πιστῶν και ἰατρέ, καί τῆς τοῦ ᾅδου διάσωσον,
δεινῆς κατακρίσεως.

Ὁ ἱερεύς· Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονοµίαν
σου... Εὐθὺς δὲ µετὰ τὴν ἐκφώνησιν· Ἐλέει καὶ οἰκτιρµοῖς... αἱ λοιπαὶ ᾠδαὶ
τοῦ Κανόνος.


ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Λαὸν ἀπολλύµενον, κατοικτιρήσας, ζήλῳ τῆς πίστεως, ἐπικλήσεσι θείαις,
πῦρ κατηγάγου φλογίζον Ἔνδοξε, ὅσιον θῦµα· διὸ ἱκετεύω σε· τῆς αἰωνίου
φλογός, ῥῦσαι καὶ σῶσόν µε.
δεῖν κατηξίωσαι, Θαβὼρ ἐν ὄρει, Θεοῦ τὸ πρόσωπον, ὃν δυσώπει
Προφῆτα, τοῦ παραβλέψαι τὰς ἁµαρτίας µου, καὶ ἐν ἡµέρᾳ τῆς δίκης
θεάσασθαι, ἀκαταγνώστῳ ψυχῇ, αὐτοῦ τὸ πρόσωπον.
δὸν πορευόµενος, τοῦ βίου πλάνας πολλὰς ὑφίσταµαι, Ἀγαθέ µου
προστάτα, κυβέρνησόν µε τῇ προστασίᾳ σου, ἐπιστηρίζων γνώµῃ
σαλευόµενον, καὶ πρὸς σαρκὸς ἡδονάς Ἠλιοὺ νεύοντα.
Θεοτοκίον.
µνῶ σὲ Πανύµνητε, καὶ µεγαλύνω θεοχαρίτωτε, τὴν ἁγνήν σου λοχείαν,
βοήθησόν µοι βίου τοῖς κύµασι, χειµαζοµένῳ, καὶ δίδου κατάνυξιν, τῇ
ταπεινῇ µου ψυχῇ, καθαρτικὴν µολυσµῶν.
ᾨδὴ η΄. Ἑπταπλασίως κάµινον.
Χωρητικὸν δοχεῖόν σε, θείου Πνεύµατος ἔγνωµεν, ἄγγελον ἐν γῇ, πῦρ
ζήλου θείου πνέοντα, δυσσέβειαν τρέποντα, καὶ βασιλεῖς ἐλέγχοντα, χρίοντα
προφήτας, Ἠλιοὺ καὶ αἰσχύνης, συγκόπτοντα µαχαίρᾳ ἱερεῖς· διὰ τοῦτο,
βοῶµέν σοι· Μελλούσης ἡµᾶς αἰσχύνης ῥῦσαι.
ρµα πυρὸς σε ἔλαβεν, ἀπὸ γῆς πυρακτούµενον, ζήλῳ Ἠλιού, τῷ θεϊκῷ
θεόπνευστε· διὸ ἱκετεύω σε, τῶν ἐν τῇ γῇ µε πάντων κακῶν τῶν σῶν
ἀρετῶν, ἐπικουφίζειν τὸν νοῦν µου, τεθρίππῳ, καὶ πρὸς νύσσαν, οὐρανίαν µε
φθάσαι, τὸν πάντων ἐκδυσώπει, Θεὸν καὶ Βασιλέα.
ήµατι ζῶντι ἔκλεισας, οὐρανὸν ὑετίζοντα, ῥήµατί σου νῦν, πνευµατικῷ
διάνοιξον, τὰς πύλας µοι δέοµαι, τῆς µετανοίας Ἅγιε, πέµπων τῇ ψυχῇ µου,
κατανύξεως ὄµβρους, καὶ σῶσόν µε βοῶντα· Ἱερεῖς εὐλογεῖτε, λαὸς
ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
σοσθενῆ ὁµότιµον, ὁµοούσιον, σύνθρονον, σέβοντες Τριάδα, ἐν µιᾷ
Θεότητι, Πατέρα δοξάζοµεν, Υἱὸν καὶ Πνεῦµα, Ἅγιον, ἄδυτον αὐγήν,
ὁµοβασίλειον κράτος, καὶ µέλποµεν συµφώνως· Ἱερεῖς εὐλογεῖτε, λαὸς
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Νοµοθετῶν εὐσέβειαν, καὶ διδάσκων µετάνοιαν, ὁ Ἐµµανουήλ, ἐκ σοῦ
τεχθεὶς ἐπέφανεν, ὃν νῦν ἐκδυσώπησον, ὑπεραγία ∆έσποινα, τῆς
δικαιοσύνης, ὑπανοῖξαί µοι πύλας, καὶ σῶσαί µε βοῶντα· Ἱερεῖς εὐλογεῖτε,
λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς.
δεῖν ἐν λεπτοτάτῃ αὔρᾳ Θεόν, ὡς ἰδεῖν δυνατὸν κατηξίωσαι, ἀσκητικαῖς,
πρότερον τὸ σῶµα διαγωγαῖς, καταλεπτύνας Ἔνδοξε· ὅθεν δυσωπῶ σε σαῖς
προσευχαῖς, τὸ πάχος τοῦ νοός µου, λεπτύνας µετανοίας, µαρµαρυγαῖς θείαις
καταύγασον.
ς πάλαι Ἰορδάνην τῇ µηλωτῇ, διαρρήξας διέβης πανόλβιε· οὕτω κἀµοῦ,
τῶν ἁµαρτηµάτων τῶν χαλεπῶν, τὰς διεκχύσεις ξήρανον, ὄµβρους
ἐπιπέµπων µου τῇ ψυχῇ, δακρύων καθ' ἑκάστην, Προφῆτα θεηγόρε, τρυφῆς
χειµάρρουν προξενοῦντάς µοι.
Σκανδάλων τῶν ἐν βίῳ πολυειδῶν, ἀνοµούντων ἐχθρῶν πάσης θλίψεως,
σωµατικῆς, νόσου ψυχικῆς τε παρατροπῆς, ταῖς προσευχαῖς σου ῥῦσαί µε,
ἔνδοξε Προφῆτα ὡς ἀγαθός, προστάτης µου βοῶ σοι, καὶ τῆς ἐν τῇ γεέννῃ,
αἰωνιζούσης κατακρίσεως.
ρπάγης πρὸς τὸ ὕψος Ἐλισαιέ, δισσουµένην τὴν χάριν τοῦ Πνεύµατος,
καταλιπών, ἔνδοξε αἰτήσαντι Ἠλιού, µεθ' οὗ ἀπαύστως αἴτησαι, νίκην
οὐρανόθεν τῷ Βασιλεῖ, καὶ ἄφεσιν πταισµάτων, προστάτην σε πλουτοῦντι,
πρὸς τὸν ∆εσπότην ἀκαταίσχυντον.
Θεοτοκίον.
Φωνὰς τῶν οἰκετῶν σου ὡς ἀγαθή, µὴ παρίδῃς πανάµωµε ∆έσποινα, ἀλλ'
ἐκτενῶς, αἴτησαι τὸν πάντων ∆ηµιουργόν, τῷ Βασιλεῖ τὰ τρόπαια, καὶ τὴν
εὐρωστίαν τήν ψυχικήν, δωρήσασθαι Παρθένε, καὶ θείας βασιλείας, τὴν
µετουσίαν καὶ λαµπρότητα.
Καὶ εὐθὺς τό·
ξιόν ἐστιν ὡς ἀληθῶς µακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειµακάριστον
καὶ παναµώµητον καὶ Μητέρα τοῦ Θεοῦ ἡµῶν. Τὴν τιµιωτέραν τῶν
Χερουβεὶµ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείµ, τὴν ἀδιαφθόρως
Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ µεγαλύνοµεν.
Καὶ θυµιῶντος τοῦ ἱερέως τὸ ἱερὸν θυσιαστήριον καὶ τὸν Ναόν, ψάλλοµεν
τὰ Μεγαλυνάρια.
εῦτε τόν πυρίπνουν καί ζηλωτήν, τόν διά τεθρίππου ἁρπαγέντα ἀπό τῆς
γῆς, τῆς Χριστοῦ δευτέρας Πρόδροµον παρουσίας, Ἠλίαν τόν Θεσβίτην
ὕµνοις τιµήσωµεν.
Χάριν ἰαµάτων παρά Θεοῦ, εἰληφώς Ἠλία, θεραπεύεις πάθη δεινά· διό
τοῖς ἐν πίστει σέ ἐπικαλουµένοις, θεράπευσον τά πάθη ψυχῆς καί σώµατος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδροµε Κυρίου, Ἀποστόλων ἡ
δωδεκάς, οἱ Ἅγιοι Πάντες µετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ
σωθῆναι ἡµᾶς.
Εἶτα ὁ Ἀναγνώστης τὸ Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδροµος τῆς
παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέµψας, Ἐλισαίῳ τὴν
χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει· διὸ καὶ τοῖς τιµῶσιν αὐτὸν
βρύει ἰάµατα.
όξα. Ἀπολυτίκιον τῆς ἡµέρας.
Καὶ νῦν. Θεοτοκίον τῆς ἡµέρας.
Ἐκτενὴς ὑπὸ τοῦ ἱερέως. Ἀπόλυσις ἄνευ τοῦ ∆ι᾿εὐχῶν. Καὶ εὐθὺς τὰ
Τροπάρια.
Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου σέ νεκρόν.
εῦτε Ὀρθοδόξων ἡ πληθύς, µέλος ἐναρµόνιον ὄντως, ψαλµικῶς ἄσωµεν,
καί τον χριστοκήρυκα ἀνευφηµήσωµεν, τόν οὐράνιον ἄνθρωπον, Ἠλίαν τόν
θεῖον, και ἀναβοήσωµεν, πρός αὐτόν λέγοντες· πάντας τούς πιστῶς σου
τελοῦντας, µνήµην τήν ἁγίαν λιταῖς σου, ῥῦσαι ἐκ παντοίων περιστάσεων.
έσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡµᾶς ἀπὸ
πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα µου εἰς σὲ ἀνατίθηµι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν µε ὑπὸ
τὴν σκέπην σου.
∆ι’ εὐχῶν.

Wir benötigen Ihre Zustimmung zum Laden der Übersetzungen

Wir nutzen einen Drittanbieter-Service, um den Inhalt der Website zu übersetzen, der möglicherweise Daten über Ihre Aktivitäten sammelt. Bitte überprüfen Sie die Details in der Datenschutzerklärung und akzeptieren Sie den Dienst, um die Übersetzungen zu sehen.